Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.80 Dem. 45.83 (English) >>Dem. 45.86

45.82εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρʼ ἐξήταζες ὅστις ἦν; ἐφʼ οἷς τίς οὐκ ἄν, ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν; ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γʼ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γʼ ἔλαττον· ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν καὶ σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα.

45.83τάχα τοίνυν ἂν ἴσως καὶ τοῦτό τις αὐτῶν εἴποι, ὡς ἀδελφὸς ὢν ἐμὸς Πασικλῆς οὐδὲν ἐγκαλεῖ τῶν αὐτῶν τούτῳ πραγμάτων. ἐγὼ δʼ, ἄνδρες Ἀθηναῖοι, καὶ περὶ Πασικλέους, παραιτησάμενος καὶ δεηθεὶς ὑμῶν συγγνώμην ἔχειν, εἰ προεληλυθὼς εἰς τοῦθʼ ὥσθʼ ὑπὸ τῶν ἐμαυτοῦ δούλων ὑβρισθεὶς οὐ δύναμαι κατασχεῖν, τέως οὐδὲ τῶν ἄλλων λεγόντων ἀκούειν ἐδόκουν, ἐρῶ καὶ οὐ σιωπήσομαι. 45.84ἐγὼ γὰρ ὁμομήτριον μὲν ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δʼ οὐκ οἶδα, δέδοικα μέντοι μὴ τῶν Φορμίωνος ἁμαρτημάτων εἰς ἡμᾶς ἀρχὴ Πασικλῆς . ὅταν γὰρ τῷ δούλῳ συνδικῇ τὸν ἀδελφὸν ἀτιμῶν, καὶ παραπεπτωκὼς θαυμάζῃ τούτους ὑφʼ ὧν αὐτῷ θαυμάζεσθαι προσῆκεν, τίνʼ ἔχει δικαίαν ταῦθʼ ὑποψίαν; ἄνελʼ οὖν ἐκ μέσου μοι Πασικλέα, καὶ σὸς μὲν υἱὸς ἀντὶ δεσπότου καλείσθω, ἐμὸς δʼ ἀντίδικος (βούλεται γὰρ) ἀντʼ ἀδελφοῦ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.80 Dem. 45.83 (English) >>Dem. 45.86

Powered by PhiloLogic